Πρωτόγονον καλέω διφυῆ, μέγαν, αἰθερόπλαγκτον, ὠιογενῆ,
χρυσέαισιν ἀγαλλόμενον πτερύγεσσι, ταυροβόαν,
γένεσιν μακάρων θνητῶν τ᾽ ἀνθρώπων,
σπέρμα πολύμνηστον, πολυόργιον, Ἠρικεπαῖον,
ἄρρητον, κρύφιον ῥοιζήτορα, παμφαὲς ἔρνος,
ὄσσων ὃς σκοτόεσσαν ἀπημαύρωσας ὁμίχλην πάντη δινηθεὶς πτερύγων ῥιπαῖς κατὰ κόσμον λαμπρὸν ἄγων φάος ἁγνόν,
ἀφ᾽ οὗ σε Φάνητα κικλήσκω ἠδὲ Πρίηπον ἄνακτα
καὶ Ἀνταύγην ἑλίκωπον. ἀλλά, μάκαρ, πολύμητι, πολύσπορε,
βαῖνε γεγηθὼς ἐς τελετὴν ἁγίαν πολυποίκιλον ὀργιοφάνταις.
