Εμφάνιση αναρτήσεων με ετικέτα Ορφική προσευχή. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ορφική προσευχή. Εμφάνιση όλων των αναρτήσεων

Ορφική Ευχή προς Μουσαίον (αρχαίο κείμενο - απόδοση)





Μάνθανε δή, Μουσαῖε, θυηπολίην περισέμνην, εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων. Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ Ἠελίου, Μήνης θ᾽ ἱερὸν σέλας Ἄστρα τε πάντα· καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, Φερσεφόνη θ᾽ ἁγνὴ Δημήτηρ τ᾽ ἀγλαόκαρπε Ἄρτεμί <τ᾽> ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε, ὃς Δελφῶν ναίεις ἱερὸν πέδον· ὅς τε μεγίστας τιμὰς ἐν μακάρεσσιν ἔχεις, Διόνυσε χορευτά· Ἆρές τ᾽ ὀμβριμόθυμε καὶ Ἡφαίστου μένος ἁγνὸν ἀφρογενής τε θεά, μεγαλώνυμα δῶρα λαχοῦσα· καὶ σύ, καταχθονίων βασιλεῦ, μέγ᾽ ὑπείροχε δαῖμον, ῞Ηβη τ᾽ Εἰλείθυια καὶ Ἡρακλέος μένος ἠύ· καὶ τὸ Δικαιοσύνης τε καὶ Εὐσεβίης μέγ᾽ ὄνειαρ κικλήσκω Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστον ῞Ηρην τ᾽, αἰγιόχοιο Διὸς θαλερὴν παράκοιτιν· Μνημοσύνην τ᾽ ἐρατὴν Μούσας τ᾽ ἐπικέκλομαι ἁγνὰς ἐννέα καὶ Χάριτάς τε καὶ Ὥρας ἠδ᾽ Ἐνιαυτὸν Λητώ τ᾽ εὐπλόκαμον, Θείην σεμνήν τε Διώνην Κουρῆτάς τ᾽ ἐνόπλους Κορύβαντάς τ᾽ ἠδὲ Καβείρους   καὶ μεγάλους Σωτῆρας ὁμοῦ, Διὸς ἄφθιτα τέκνα, Ἰδαίους τε θεοὺς ἠδ᾽ ἄγγελον Οὐρανιώνων, Ἑρμείαν κήρυκα, Θέμιν θ᾽, ἱεροσκόπον ἀνδρῶν, Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον ῏Ημαρ, Πίστιν τ᾽ ἠδὲ Δίκην καὶ ἀμύμονα Θεσμοδότειραν, Ῥείαν τ᾽ ἠδὲ Κρόνον καὶ Τηθὺν κυανόπεπλον Ὠκεανόν τε μέγαν, σύν τ᾽ Ὠκεανοῖο θύγατρας Ἄτλαντός τε καὶ Αἰῶνος μέγ᾽ ὑπείροχον ἰσχὺν καὶ Χρόνον ἀέναον καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ μειλιχίους τε θεούς, ἀγαθήν τ᾽ ἐπὶ τοῖσι Πρόνοιαν Δαίμονά τ᾽ ἠγάθεον καὶ Δαίμονα πήμονα θνητῶν, Δαίμονας οὐρανίους καὶ ἠερίους καὶ ἐνύδρους καὶ χθονίους καὶ ὑποχθονίους ἠδ᾽ ἐμπυριφοίτους, καὶ Σεμέλην Βάκχου τε συνευαστῆρας ἅπαντας, Ἰνὼ Λευκοθέην τε Παλαίμονά τ᾽ ὀλβιοδώτην Νίκην θ᾽ ἡδυέπειαν ἰδ᾽ Ἀδρήστειαν ἄνασσαν καὶ βασιλῆα μέγαν Ἀσκληπιὸν ἠπιοδώτην Παλλάδα τ᾽ ἐγρεμάχην κούρην, Ἀνέμους τε πρόπαντας καὶ Βροντὰς Κόσμου τε μέρη τετρακίονος αὐδῶ· Μητέρα τ᾽ ἀθανάτων, Ἄττιν καὶ Μῆνα κικλήσκω Οὐρανίαν τε θεάν, σύν τ᾽ ἄμβροτον ἁγνὸν Ἄδωνιν Ἀρχήν τ᾽ ἠδὲ Πέρας—τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον— εὐμενέας ἐλθεῖν κεχαρημένον ἦτορ ἔχοντας τήνδε θυηπολίην ἱερὴν σπονδήν τ᾽ ἐπὶ σεμνήν.